ΟΥ ΔΕ ΚΑΚΙΟΝ ΕΣΤΙΝ ΑΘΛΗΤΩΝ ΓΕΝΟΥΣ
ΕΥΡΙΠΙΔΗΣ 480-406 Π.Χ.
κακῶν γὰρ ὄντων μυρίων καθ´ Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ´ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ´ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ´ἡσσημένος
κτήσαιτ´ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
...
τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
πόλει πατρῷα στέφανον ἤρκεσεν λαβών;
...
ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ.